Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.245 | Dem. 18.248 (English) | >>Dem. 18.251 |
18.247εἰ τοίνυν τις ἔροιθʼ ὁντινοῦν τίσιν τὰ πλεῖστα Φίλιππος ὧν κατέπραξε διῳκήσατο , πάντες ἂν εἴποιεν τῷ στρατοπέδῳ καὶ τῷ διδόναι καὶ διαφθείρειν τοὺς ἐπὶ τῶν πραγμάτων . οὐκοῦν τῶν μὲν δυνάμεων οὔτε κύριος οὔθʼ ἡγεμὼν ἦν ἐγώ , ὥστʼ οὐδʼ ὁ λόγος τῶν κατὰ ταῦτα πραχθέντων πρὸς ἐμέ . καὶ μὴν τῷ διαφθαρῆναι χρήμασιν ἢ μὴ κεκράτηκα Φίλιππον · ὥσπερ γὰρ ὁ ὠνούμενος νενίκηκε τὸν λαβόντα , ἐὰν πρίηται , οὕτως ὁ μὴ λαβὼν καὶ διαφθαρεὶς νενίκηκε τὸν ὠνούμενον . ὥστʼ ἀήττητος ἡ πόλις τὸ κατʼ ἐμέ .
ἃ μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαίως τοιαῦτα γράφειν τοῦτον περὶ ἐμοῦ , πρὸς πολλοῖς ἑτέροις ταῦτα καὶ παραπλήσια τούτοις ἐστίν · ἃ δʼ οἱ πάντες ὑμεῖς , ταῦτʼ ἤδη λέξω . μετὰ γὰρ τὴν μάχην εὐθὺς ὁ δῆμος , εἰδὼς καὶ ἑορακὼς πάνθʼ ὅσʼ ἔπραττον ἐγώ , ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ φοβεροῖς ἐμβεβηκώς , ἡνίκʼ οὐδʼ ἀγνωμονῆσαί τι θαυμαστὸν ἦν τοὺς πολλοὺς πρὸς ἐμέ , πρῶτον μὲν περὶ σωτηρίας τῆς πόλεως τὰς ἐμὰς γνώμας ἐχειροτόνει , καὶ πάνθʼ ὅσα τῆς φυλακῆς εἵνεκʼ ἐπράττετο , ἡ διάταξις τῶν φυλάκων , αἱ τάφροι , τὰ εἰς τὰ τείχη χρήματα , διὰ τῶν ἐμῶν ψηφισμάτων ἐγίγνετο · ἔπειθʼ αἱρούμενος σιτώνην ἐκ πάντων ἔμʼ ἐχειροτόνησεν ὁ δῆμος .
18.249καὶ μετὰ ταῦτα συστάντων οἷς ἦν ἐπιμελὲς κακῶς ἐμὲ ποιεῖν , καὶ γραφάς , εὐθύνας , εἰσαγγελίας , πάντα ταῦτʼ ἐπαγόντων μοι , οὐ διʼ ἑαυτῶν τό γε πρῶτον , ἀλλὰ διʼ ὧν μάλισθʼ ὑπελάμβανον ἀγνοήσεσθαι (ἴστε γὰρ δήπου καὶ μέμνησθʼ ὅτι τοὺς πρώτους χρόνους κατὰ τὴν ἡμέραν ἑκάστην ἐκρινόμην ἐγώ , καὶ οὔτʼ ἀπόνοια Σωσικλέους οὔτε συκοφαντία Φιλοκράτους οὔτε Διώνδου καὶ Μελάντου μανία οὔτʼ ἄλλʼ οὐδὲν ἀπείρατον ἦν τούτοις κατʼ ἐμοῦ ), ἐν τοίνυν τούτοις πᾶσι μάλιστα μὲν διὰ τοὺς θεούς , δεύτερον δὲ διʼ ὑμᾶς καὶ τοὺς ἄλλους Ἀθηναίους ἐσῳζόμην . δικαίως · τοῦτο γὰρ καὶ ἀληθές ἐστι καὶ ὑπὲρ τῶν ὀμωμοκότων καὶ γνόντων τὰ εὔορκα δικαστῶν .
18.248
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.245 | Dem. 18.248 (English) | >>Dem. 18.251 |